12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν,
13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
xfd.gr
Χριστέ, ακούμε και σήμερα ν’ απευθύνεις το παράπονο: «Ουχί οι δέκα εκαθαρίσθησαν; οι δε εννέα πού;». Συ γνωρίζεις πού είναι οι 9, πού γυρίζουν οι πιο πολλοί. Εμείς τίποτε άλλο δεν μπορούμε να πούμε, παρά να σε ικετεύσουμε να μας ελεήσεις. Ελέησε τον κόσμο σου, για τις αμαρτίες του, για την αποστασία του, και προ παντός για την αχαριστία του. «Ιησού επιστάτα, ελέησον ημάς».
ΑΡΧΙΜ. ΔΑΝΙΗΛ ΑΕΡΑΚΗΣ
ΑΝΑΓΝΩΣΜΑΤΑ 18 Ιανουαρίου:
Aπόστολος: Εβρ. ιγ΄ 7-16
Ευαγγέλιο: Λουκ. ιζ΄ 12-19
Ήχος πλ. β΄ - Εωθινό Θ΄
Η ΣΗΜΕΡΙΝΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ:
Μνημονεύετε των ηγουμένων υμών, οίτινες ελάλησαν υμίν τον λόγον του Θεού, ων αναθεωρούντες την έκβασιν της αναστροφής μιμείσθε την πίστιν.
Ιησούς Χριστός χθες και σήμερον ο αυτός και εις τους αιώνας.
διδαχαίς ποικίλαις και ξέναις μη παραφέρεσθε·
καλόν γαρ χάριτι βεβαιούσθαι την καρδίαν, ου βρώμασιν, εν οις ουκ ωφελήθησαν οι περιπατήσαντες.
έχομεν θυσιαστήριον εξ ου φαγείν ουκ έχουσιν εξουσίαν οι τη σκηνή λατρεύοντες· ων γαρ εισφέρεται ζώων το αίμα περί αμαρτίας εις τα Άγια δια του αρχιερέως, τούτων τα σώματα κατακαίεται έξω της παρεμβολής· διο και Ιησούς, ίνα αγιάση δια του ιδίου αίματος τον λαόν, έξω της πύλης έπαθε.τοίνυν εξερχώμεθα προς αυτόν έξω της παρεμβολής τον ονειδισμόν αυτού φέροντες·
ου γαρ έχομεν ώδε μένουσαν πόλιν, αλλά την μέλλουσαν επιζητούμεν.
δι΄ αυτού ουν αναφέρωμεν θυσίαν αινέσεως δια παντός τω Θεώ, τουτ΄ έστι καρπόν χειλέων ομολογούντων τω ονόματι αυτού. της δε ευποιΐας και κοινωνίας μη επιλανθάνεσθε· τοιαύταις γαρ θυσίαις ευαρεστείται ο Θεός.
(Εβραίους ιγ΄ 7-16)
Γι αυτό "ΜΝΗΜΟΝΕΥΣΑ" τον π. Δανιήλ Αεράκη, πιο πάνω...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου