ΓΕΝΕΣΗ ΚΕΦ.6
ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ (ελοχίμ) τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο.
ΔΙΑΒΑΖΩ:
ΔΙΑΒΑΖΩ:
ταῖς ἡμέραις ἐγεννήθησαν θυγατέρες ὡραῖαι καὶ καλαί.
2. καὶ ἐθεάσαντο αὐτὰς οἱ ἄγγελοι υἱοὶ οὐρανοῦ καὶ ἐπεθύμησαν αὐτάς,
καὶ εἶπαν πρὸς ἀλλήλους· Δεῦτε ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν
ἀνθρώπων, καὶ γεννήσομεν ἑαυτοῖς τέκνα.
3. καὶ εἶπεν Σεμειαζᾶς πρὸς αὐτούς, ὃς ἦν ἄρχων αὐτῶν Φοβοῦμαι μὴ οὐ
θελήσετε ποιῆσαι τὸ πρᾶγμα τοῦτο, καὶ ἔσομαι ἐγὼ μόνος ὀφειλέτης
ἁμαρτίας μεγάλης.
4. ἀπεκρίθησαν οὖν αὐτῷ πάντες Ὀμόσωμεν ὅρκῳ πάντες καὶ
ἀναθεματίσωμεν πάντες ἀλλήλους μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην,
μέχρις οὗ ἂν τελέσωμεν αὐτὴν καὶ ποιήσωμεν τὸ πρᾶγμα τοῦτο.
5. τότε ὄμοσαν πάντες ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ ...
7. Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· Σεμιαζά, οὗτος ἦν ἄρχων
αὐτῶν· Ἀραθάκ, Κιμβρά, Σαμμανή, Δανειήλ, Ἀρεαρώς, Σεμιήλ, Ἰωμειήλ,
Χωχαριήλ, Ἐζεκιήλ, Βατριήλ, Σαθιήλ, Ἀτριήλ, Ταμιήλ, Βαρακιήλ, Ἀνανθνά,
Θωνιήλ, Ῥαμιήλ, Ἀσέαλ, Ῥακειήλ, Τουριήλ.
8. οὗτοί εἰσιν ἀρχαὶ αὐτῶν οἱ [ἐπὶ] δέκα.
VII
γυναῖκας, καὶ ἤρξαντο εἰσπορεύεσθαι πρὸς αὐτὰς καὶ μιαίνεσθαι ἐν
αὐταῖς· καὶ ἐδίδαξαν αὐτὰς φαρμακείας καὶ ἐπαοιδὰς καὶ ῥιζοτομίας, καὶ
τὰς βοτάνας ἐδήλωσαν αὐταῖς.
2. Αἱ δὲ ἐν γαστρὶ λαβοῦσαι ἐτέκοσαν γίγαντας μεγάλους ἐκ πηχῶν
τρισχιλίων,
3. οἵτινες κατησθίοσαν τοὺς κόπους τῶν ἀνθρώπων. ὡς δὲ οὐκ ἐδυνήθησαν
αὐτοῖς οἱ ἄνθρωποι ἐπιχορηγεῖν,
4. οἱ γίγαντες ἐτόλμησαν ἐπ’ αὐτούς, καὶ κατησθίοσαν τοὺς ἀνθρώπους.
5. καὶ ἤρξαντο ἁμαρτάνειν ἐν τοῖς πετεινοῖς καὶ τοῖς [θ]ηρίοις καὶ ἑρπετοῖς
καὶ τοῖς [ἰ]χθύσιν, καὶ ἀλλήλων τὰς σάρκας κατεσθίειν, καὶ τὸ αἷμα ἔπινον.
6. τότε ἡ γῆ ἐνέτυχεν κατὰ τῶν ἀνόμων.
VIII
1. Ἐδίδαξεν τοὺς ἀνθρώπους Ἀζαὴλ μαχαίρας ποιεῖν καὶ ὅπλα καὶ ἀσπίδας
καὶ θώρακας, διδάγματα ἀγγέλων, καὶ ὑπέδειξεν αὐτοῖς τὰ μέταλλα καὶ
τὴν ἐργασίαν αὐτῶν, καὶ ψέλια καὶ κόσμους καὶ στίβεις καὶ τὸ
καλλιβλέφαρον καὶ παντοίους λίθους ἐκλεκτοὺς καὶ τὰ βαφικά.
2. καὶ ἐγένετο ἀσέβεια πολλή, καὶ ἐπόρνευσαν καὶ ἀπεπλανήθησαν καὶ
ἠφανίσθησαν ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν.
3. Σεμιαζᾶς ἐδίδαξεν ἐπα[ο]ιδὰς καὶ ῥιζοτομίας· Ἀρμαρὼς ἐπαοιδῶν
λυτήριον· Βαρακιὴλ ἀστρολογίας· Χωχιὴλ τὰ σημειωτικά· Σαθιὴλ
ἀστεροσκοπίαν· Σεριὴλ σεληναγωγίας.
4. τῶν οὖν ἀνθρώπων ἀπολλυμένων ἡ βο[ὴ] εἰς οὐρανοὺς ἀνέβη.
ΔΙΑΒΑΖΩ:
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου